19ό ὄνομα Γαβριήλ σημαίνει τήν ἰσχύ τοῦ Θεοῦ. Ὁ Ἄρχων Γαβριήλ εἶναι ἕνας ἐκ τῶν τριῶν Ἀγγέλων πού ἀναφέρονται στήν Ἁγία Γραφή. Ἀπεστάλη ἀπό τόν Θεό στόν Ζαχαρία, γιά νά τοῦ ἀναγγείλει τήν γέννηση τοῦ Ἰωάννου τοῦ Προδρόμου, στήν Παρθένο Μαριάμ, γιά νά τήν χαιρετίσει καί νά φέρει τό μήνυμα τῆς ἐπικείμενης γέννησης τοῦ Λυτρωτοῦ καί στόν Προφήτη Δανιήλ, γιά νά ἐξηγήσει τά ὁράματα τά ὁποῖα εἶχε δεῖ αὐτός καί νά ἀποκαλύψει τόν χρόνο τῆς ἐλεύσεως τοῦ Μεσσία. Ἡ Ἐκκλησία τιμᾶ τήν Σύναξη τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐπειδή προανήγγειλε τή Σάρκωση τοῦ Υἱοῦ καί Λόγου τοῦ Θεοῦ.

Πηγή: http://www.parembasis.gr

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Φερωνυμίᾳ καταλλήλῳ ἐμπρέπων, καθυπουργεῖς ἐν τῇ τοῦ Λόγου σαρκώσει, ὡς στρατηγός τῶν Ἀσωμάτων τάξεων· ὅθεν εὐηγγέλισαι, τῇ Παρθένῳ Μαρίᾳ, χαῖρε προσφωνῶν αὐτῇ, τόν Θεόν γάρ συλλήψῃ· ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τούς σέ ὑμνοῦντας, Γαβριήλ Ἀρχάγγελε.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Οὐρανίου τάξεως, φωτοειδής στρατηγέτης, Γαβριήλ Ἀρχάγγελε, γεγενημένος ἐν δόξῃ, ἤγγειλας, χαράν τήν ἄληκτον τῇ Παρθένῳ· ταύτῃ γάρ, τήν τοῦ ἀνάρχου σύλληψιν Λόγου, ἐκβοῶν εὐηγγελίσω· χαῖρε Παρθένε εὐλογημένη Ἁγνή.

Ἕτερον Κοντάκιον. Ἦχος δ’.
Ἀρχιστράτηγε Θεοῦ, λειτουργέ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγέ καί ἀρχηγέ ἀσωμάτων, τό συμφέρον ἡμῖν πρέσβευε, καί τό μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

Μεγαλυνάριον.
Ὅλος ἡλιόμορφος καί φαιδρός, Γαβριήλ ἐπέστης, τῇ Παρθένῳ ἐν Ναζαρέτ· παρ’ ἧς νῦν τήν αἴγλην, τῆς Τρισηλίου δόξης, δεχόμενος ἀΰλως, ἡμᾶς καταύγασον.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ