Τῷ καιρῷ εκείνω, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦἸορδάνου, πλήρης Πνεύματος Ἁγίου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε.

Καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.

Καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.

Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν.

Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα.

Καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ.

Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκεῖνο, ἐπέστρεψε ὁ Ἰησοῦς, ἀπὸ τὸν Ἰορδάνη, γεμᾶτος Πνεῦμα Ἅγιον, καὶ ἐφέρετο ἀπὸ τὸ Πνεῦμα εἰς τὴν ἔρημον, ὅπου ἐπὶ σαράντα ἡμέρες ἐπειράζετο ἀπὸ τὸν διάβολον. Καὶ δὲν ἔφαγε τίποτε κατὰ τὰς ἡμέρας ἐκείνας καὶ ὅταν ἐτελείωσαν, ὕστερα ἐπείνασε.

Εἶπε τότε εἰς αὐτὸν ὁ διάβολος, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, πὲς σὲ αὐτὴν τὴν πέτρα νὰ γίνῃ ψωμί».

Καὶ ἀπεκρίθη εὶς αὐτὸν ὁ Ἰησοῦς, «Εἶναι γραμμένον ὅτι ὁ ἄνθρωπος δὲν ζῇ μόνον μὲ ψωμί, ἀλλὰ μὲ κάθε λόγον τοῦ Θεοῦ».

Ὕστερα ὁ διάβολος τὸν ἀνέβασε σ’ ἕνα ψηλὸ βουνὸ καὶ τοῦ ἔδειξε, διὰ μίαν στιγμήν, ὅλα τὰ βασίλεια τῆς οἰκουμένης, καὶ τοῦ εἶπε, «Θὰ σοῦ δώσω ὅλην αὐτὴν τὴν ἐξουσίαν καὶ τὴν δόξαν τους, διότι σ’ ἐμὲ ἔχει παραδοθῆ καὶ σ’ ὅποιον θέλω τὴν δίνω. Ἐὰν λοιπὸν μὲ προσκυνήσῃς ὅλα θὰ εἶναι δικά σου».

Καὶ ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Πήγαινε ὀπίσω μου, Σατανᾶ· εἶναι γραμμένον, Τὸν Κύριον τὸν Θεόν σου νὰ προσκυνᾷς καὶ αὐτὸν μόνον θὰ λατρεύῃς».

Τὸν ἔφερε τότε εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸν ἔστησε εἰς τὴν ἄκρη τῆς στέγης τοῦ ναοῦ καὶ τοῦ εἶπε, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, ρίξε τὸν ἑαυτόν σου ἀπ’ ἐδῶ κάτω, διότι εἶναι γραμμένον, Θὰ διατάξῃ διὰ σὲ τοὺς ἀγγέλους νὰ σὲ φυλάττουν, καί, Εἰς τὰ χέρια θὰ σὲ σηκώσουν διὰ νὰ μὴ σκοντάψῃ τὸ πόδι σου σὲ πέτρα».

Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἔχει λεχθῆ, Δὲν πρέπει νὰ πειράζῃς τὸν Κύριον τὸν Θεόν σου».

Καὶ ἀφοῦ ἐξήντλησε κάθε πειρασμὸν ὁ διάβολος, ἔφυγε ἀπ’ αὐτὸν μέχρι καιροῦ.

Καὶ ἐπέστρεψε ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν ὡπλισμένος μὲ τὴν δύναμιν τοῦ Πνεύματος· καὶ ἡ φήμη του διαδόθηκε εἰς ὅλα τὰ περίχωρα.

Καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἀπὸ ὅλους ἐδοξάζετο.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ